Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.150 Joseph. AJ 14.155 (English) >>Joseph. AJ 14.158

14.153τιμῆσαι τὸν ἄνδρα χρυσῷ στεφάνῳ ἀριστείῳ κατὰ τὸν νόμον, καὶ στῆσαι αὐτοῦ εἰκόνα χαλκῆν ἐν τῷ τεμένει τοῦ Δήμου καὶ τῶν Χαρίτων, ἀνειπεῖν δὲ τὸν στέφανον ἐν τῷ θεάτρῳ Διονυσίοις τραγῳδῶν τῶν καινῶν ἀγομένων καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, 14.154ἐπιμεληθῆναι δὲ τοὺς στρατηγοὺς διαμένοντί τε αὐτῷ καὶ φυλάττοντι τὴν πρὸς ἡμᾶς εὔνοιαν εἶναι πᾶν τι ἂν ἐπινοήσωμεν εἰς τιμὴν καὶ χάριν τῆς τἀνδρὸς σπουδῆς καὶ φιλοτιμίας, ἵνα τούτων γινομένων φαίνηται δῆμος ἡμῶν ἀποδεχόμενος τοὺς ἀγαθοὺς καὶ τῆς προσηκούσης ἀμοιβῆς ἀξιῶν καὶ ζηλώσῃ τὴν περὶ ἡμᾶς σπουδὴν τῶν ἤδη τετιμημένων· 14.155ἑλέσθαι δὲ καὶ πρέσβεις ἐξ ἁπάντων Ἀθηναίων, οἵτινες τὸ ψήφισμά τε αὐτῷ κομιοῦσι καὶ παρακαλέσουσιν προσδεξάμενον τὰς τιμὰς πειρᾶσθαί τι ποιεῖν ἀγαθὸν ἡμῶν ἀεὶ τὴν πόλιν.” αἱ μὲν οὖν παρὰ Ῥωμαίων καὶ τοῦ δήμου τοῦ Ἀθηναίων τιμαὶ πρὸς Ὑρκανὸν τὸν ἀρχιερέα καὶ διὰ τούτων ἡμῖν δεδήλωνται. 14.156

Καῖσαρ δὲ διοικήσας τὰ κατὰ τὴν Συρίαν ἀπέπλευσεν. ὡς δὲ Καίσαρα προπέμψας ἐκ τῆς Συρίας Ἀντίπατρος εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν, ἀνεγείρει μὲν εὐθὺς τὸ τεῖχος ὑπὸ Πομπηίου καθῃρημένον καὶ τὸν κατὰ τὴν χώραν θόρυβον ἐπιὼν κατέστελλεν, ἀπειλῶν τε ἅμα καὶ συμβουλεύων ἠρεμεῖν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.150 Joseph. AJ 14.155 (English) >>Joseph. AJ 14.158

Powered by PhiloLogic